Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 31.7 Dem. 31.11 (English) >>Dem. 31.13

31.9ἄξιον τοίνυν καὶ τὸν ὅρκον, ὁποῖόν τινʼ ἂν ὤμοσεν, εἴ τις ἔδωκεν, ἐκ τούτων ἰδεῖν. ὃς γὰρ ὀγδοήκοντα μνᾶς ἔφη τὴν προῖκʼ εἶναι, εἰ τότʼ αὐτῷ τις ἔδωκεν, ὀμόσαντι ταῦτʼ ἀληθῆ λέγειν, κομίσασθαι, τί ἐποίησεν ἄν; δῆλον ὅτι ὤμοσεν; τί γὰρ καὶ λέγων οὐ φήσει τότʼ ἂν ὀμόσαι, νῦν γε τοῦτʼ ἀξιῶν; οὐκοῦν ὅτι γʼ ἐπιώρκησεν ἄν, ἑαυτὸν ἐξελέγχει· νῦν γὰρ οὐκ ὀγδοήκοντα μνᾶς, ἀλλὰ τάλαντον δεδωκέναι φησίν. τί μᾶλλον ἂν οὖν εἰκότως τις αὐτὸν ἐκεῖνʼ ἐπιορκεῖν τάδʼ ἡγοῖτο; τίνα τις δικαίως ἂν ἔχοι περὶ τούτου διάνοιαν, τοῦ ῥᾳδίως οὕτως αὑτὸν ἐξελέγχοντος ὄντʼ ἐπίορκον;

31.10ἀλλὰ νὴ Δίʼ ἴσως οὐχὶ πάντʼ αὐτῷ τοιαῦτα πέπρακται, οὐδὲ πανταχόθεν δῆλός ἐστι τεχνάζων. ἀλλὰ καὶ τιμώμενος φανερὸς γέγονεν ὑπὲρ Ἀφόβου ταλάντου, καὶ τοῦτʼ αὐτὸς ἡμῖν ἀποδώσειν ἐγγυώμενος. καίτοι σκέψασθʼ ὅτι τοῦτʼ ἔστι τεκμήριον οὐ μόνον τοῦ τὴν γυναῖκα συνοικεῖν Ἀφόβῳ καὶ τοῦτον οἰκείως ἔχειν, ἀλλὰ καὶ τοῦ μὴ δεδωκέναι τὴν προῖκα. 31.11τίς γὰρ ἀνθρώπων ἠλίθιός ἐστιν οὕτως ὥστʼ ἀργύριον μὲν δοὺς τοσοῦτον, ἔπειθʼ ἓν λαβὼν χωρίον ἀμφισβητούμενον εἰς ἀποτίμησιν, σὺν οἷς πρότερον ἐζημίωτο, τὸν ἀδικήσανθʼ ὡς δίκαιόν τι ποιήσοντα καὶ τοῦ τῆς δίκης ὀφλήματος προσεγγυήσασθαι; ἐγὼ μὲν οὐδένʼ οἶμαι. καὶ γὰρ οὐδὲ λόγον τὸ πρᾶγμʼ ἔχον ἐστίν, τὸν αὐτὸν αὑτῷ μὴ δυνάμενον κομίσασθαι τάλαντον, τοῦτον ἄλλῳ τινὶ φάσκειν ἀποτείσειν καὶ ταῦτʼ ἐγγυᾶσθαι. ἀλλὰ καὶ ἀπʼ αὐτῶν τούτων ἐστὶ δῆλον ὅτι τὴν μὲν προῖκʼ οὐκ ἔδωκεν, ἀντὶ δὲ πολλῶν χρημάτων τῶν ἐμῶν οἰκεῖος ὢν Ἀφόβῳ ταῦτʼ ἀπετιμᾶτο, κληρονόμον τὴν ἀδελφὴν τῶν ἐμῶν μετʼ ἐκείνου καταστῆσαι βουλόμενος.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 31.7 Dem. 31.11 (English) >>Dem. 31.13

Powered by PhiloLogic